Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.29 Dem. 56.34 (English) >>Dem. 56.37

56.32καὶ ἡμεῖς ταῦτα οὕτω φαμὲν δεῖν ἔχειν. ἡδέως δʼ ἂν πυθοίμην αὐτοῦ σοῦ, πότερον ὡς ὑπὲρ διεφθαρμένης τῆς νεὼς διαλέγει, ὡς ὑπὲρ σεσῳσμένης. εἰ μὲν γὰρ διέφθαρται ναῦς καὶ ἀπόλωλεν, τί περὶ τῶν τόκων διαφέρει καὶ ἀξιοῖς ἡμᾶς κομίζεσθαι τοὺς εἰς Ῥόδον τόκους; οὔτε γὰρ τοὺς τόκους οὔτε τἀρχαῖα προσήκει ἡμᾶς ἀπολαβεῖν. εἰ δʼ ἐστὶν ναῦς σῶς καὶ μὴ διέφθαρται, διὰ τί ἡμῖν οὐκ ἀποδίδως τὰ χρήματα συνεγράψω; 56.33πόθεν οὖν ἀκριβέστατα ἂν μάθοιτε, ἄνδρες Ἀθηναῖοι, ὅτι σέσῳσται ναῦς; μάλιστα μὲν ἐξ αὐτοῦ τοῦ εἶναι τὴν ναῦν ἐν πλῷ, οὐχ ἧττον δὲ καὶ ἐξ ὧν αὐτοὶ οὗτοι λέγουσιν. ἀξιοῦσιν γὰρ ἡμᾶς τά τε ἀρχαῖα ἀπολαβεῖν καὶ μέρος τι τῶν τόκων, ὡς σεσῳσμένης μὲν τῆς νεώς, οὐ πεπλευκυίας δὲ πάντα τὸν πλοῦν. 56.34σκοπεῖτε δέ, ἄνδρες Ἀθηναῖοι, πότερον ἡμεῖς τοῖς ἐκ τῆς συγγραφῆς δικαίοις χρώμεθα οὗτοι, οἳ οὔτε εἰς τὸ συγκείμενον ἐμπόριον πεπλεύκασιν, ἀλλʼ εἰς Ῥόδον καὶ Αἴγυπτον, σωθείσης τε τῆς νεὼς καὶ οὐ διεφθαρμένης ἄφεσιν οἴονται δεῖν εὑρίσκεσθαι τῶν τόκων παρασυγγεγραφηκότες, καὶ αὐτοὶ μὲν πολλὰ χρήματα εἰργασμένοι παρὰ τὴν σιτηγίαν τὴν εἰς Ῥόδον, τὰ δʼ ἡμέτερα χρήματα ἔχοντες καὶ καρπούμενοι δεύτερον ἔτος τουτί.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.29 Dem. 56.34 (English) >>Dem. 56.37

Powered by PhiloLogic